mercoledì 14 dicembre 2016

Esopo: Il topo e la rana [M]

Χερσαῖος μῦς κακῇ μοίρᾳ βατράχῳ ἐφιλιώθη. Ὁ δὲ βάτραχος κακῶς βουλευσάμενος τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ συνέδησε. Καὶ πρῶτον μὲν ἐπὶ τῆς χώρας ἦλθον σῖτον δειπνήσοντες· ἔπειτα δὲ τῷ χείλει τῆς λίμνης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸ βάθος κατῆγεν, αὐτὸς βρυάζων τῷ ὕδατι καὶ τὸ βρεκεκεκὲξ ἀνακράζων. Ὁ δὲ ἄθλιος μῦς τῷ ὕδατι φυσηθεὶς ἐτεθνήκει· ἐπέπλει δὲ τῷ ποδὶ τοῦ βατράχου συνδεδεμένος. Ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς ὄνυξιν ἥρπασεν· βάτραχος δὲ δεσμώτης ἐπηκολούθει, δεῖπνον καὶ αὐτὸς τῷ ἰκτίνῳ γενόμενος. Ὅτι, κἂν νεκρὸς ᾖ τις ἰσχύει πρὸς ἄμυναν· ἡ γὰρ θεία δίκη ἐφορᾷ πάντα καὶ τὸ ἴσον ἀποδίδωσι ζυγοστατοῦσα.


Nessun commento:

Posta un commento