lunedì 26 dicembre 2016

Plutarco: Carthago delenda est (II) [M] (struttura)

ὁρῶν γὰρ,
ὡς ἔοικεν,
πολλὰ ὕβρει τὸν δῆμον ἤδη πλημμελοῦντα
καὶ δι᾽εὐτυχίαν καὶ φρόνημα τῇ βουλῇ δυσκάθεκτον ὄντα
καὶ τὴν πόλιν ὅλην ὑπὸ δυνάμεως
ὅπῃ ῥέψειε ταῖς ὁρμαῖς βίᾳ
συνεφελκόμενον,
ἐβούλετο
τοῦτον γοῦν τὸν φόβον ὥσπερ χαλινὸν ἐπικεῖσθαι σωφρονιστῆρα τῇ θρασύτητι τῶν πολλῶν,
ἡγούμενος μὲν
ἰσχύειν Καρχηδονίους ἔλαττον
τοῦ περιγενέσθαι Ῥωμαίων,
δὲ
μεῖζον
τοῦ καταφρονεῖσθαι.

Τῷ δὲ Κάτωνι τοῦτ᾽αὐτὸ δεινὸν ἐφαίνετο,
πόλιν ἀεὶ μεγάλην,
νῦν δὲ καὶ νήφουσαν ὑπὸ συμφορῶν
καὶ κεκολασμένην,
ἐπικρέμασθαι τῷ δήμῳ
βακχεύοντι
καὶ σφαλλομένῳ τὰ πολλὰ δι᾽ἐξουσίαν·

ἐδόκει δὲ αὐτῷ
παντάπασι ἀνελεῖν τοὺς ἔξωθεν τῆς ἡγεμονίας φόβους.

Οὕτω μὲν λέγεται ὁ Κάτων
ἐξεργάσασθαι τὸν τρίτον καὶ τελευταῖον ἐπὶ Καρχηδονίους πόλεμον.



Nessun commento:

Posta un commento