giovedì 7 luglio 2016

Appiano: La rivolta di Spartaco (I parte) [struttura]


Τοῦ δ’αὐτοῦ χρόνου περὶ τὴν Ἰταλίαν μονομάχων ἐς θέας ἐν Καπύῃ τρεφομένων,
Σπάρτακος Θρᾲξ ἀνήρ ἔπεισεν αὐτῶν ἐς ἑβδομήκοντα ἄνδρας μάλιστα
ἐστρατευμένος ποτὲ Ῥωμαίοις,
ἐκ δὲ αἰχμαλωσίας καὶ πράσεως ἐν τοῖς μονομάχοις ὤν
κινδυνεῦσαι περὶ ἐλευθερίας μᾶλλον ἢ θέας ἐπιδείξεως


καὶ
βιασάμενος σὺν αὐτοῖς τοὺς φυλάσσοντας
ἐξέδραμε·


καί τινων ὁδοιπόρων ξύλοις καὶ ξιφιδίοις ὁπλισάμενος
ἐς τὸ Βέσβιον ὄρος ἀνέφυγεν,
ἔνθα ἐλῄστευε τὰ ἐγγύς,
ὑποδεχόμενος
πολλοὺς ἀποδιδράσκοντας οἰκέτας καί τινας ἐλευθέρους ἐκ τῶν ἀγρῶν
ὑποστρατήγους ἔχων Οἰνόμαόν τε καὶ Κρίξον μονομάχους.


Μεριζομένῳ δ’αὐτῷ τὰ κέρδη κατ’ἰσομοιρίαν
ταχὺ πλῆθος ἦν ἀνδρῶν·


καὶ Οὐαρίνιος Γλάβρος,
πρῶτος ἐπ’αὐτὸν ἐκπεμφθεὶς
ἐπὶ δ’ἐκείνῳ Πόπλιος Οὐαλέριος,
οὐ πολιτικὴν στρατιὰν ἄγοντες,
ἀλλ’ὅσους ἐν σπουδῇ καὶ παρόδῳ συνέλεξαν


(οὐ γάρ πω Ῥωμαῖοι ἡγοῦντο
πόλεμον,
ἀλλ’ἐπιδρομήν τινα καὶ λῃστηρίῳ τὸ ἔργον ὅμοιον εἶναι),


συμβαλόντες
ἡττῶντο.


Οὐαρινίου δὲ καὶ τὸν ἵππον αὐτὸς Σπάρτακος περιέσπασεν·


παρὰ τοσοῦτον ἦλθε κινδύνου Ῥωμαίων ὁ στρατηγὸς αὐτὸς
αἰχμάλωτος ὑπὸ μονομάχου γενέσθαι.


Nessun commento:

Posta un commento