lunedì 11 luglio 2016

Platone: Apologia [II parte] (struttura)


Apologia di Socrate [18a-19a] (struttura)


Πρῶτον μὲν οὖν δίκαιός εἰμι
ἀπολογήσασθαι, ὦ ἄνδρες Ἀθηναῖοι,
πρὸς τὰ πρῶτά μου ψευδῆ κατηγορημένα καὶ τοὺς πρώτους κατηγόρους,
ἔπειτα δὲ πρὸς τὰ ὕστερον καὶ τοὺς ὑστέρους.


Ἐμοῦ γὰρ πολλοὶ κατήγοροι γεγόνασι πρὸς ὑμᾶς
καὶ πάλαι πολλὰ ἤδη ἔτη
καὶ οὐδὲν ἀληθὲς λέγοντες,
οὓς ἐγὼ μᾶλλον φοβοῦμαι ἢ τοὺς ἀμφὶ Ἄνυτον,
καίπερ ὄντας καὶ τούτους δεινούς·


ἀλλ’ἐκεῖνοι δεινότεροι, ὦ ἄνδρες,
οἱ ὑμῶν τοὺς πολλοὺς ἐκ παίδων παραλαμβάνοντες
ἔπειθόν τε
καὶ κατηγόρουν ἐμοῦ μᾶλλον οὐδὲν ἀληθές,
ὡς ἔστιν τις Σωκράτης σοφὸς ἀνήρ,
τά τε μετέωρα φροντιστὴς
καὶ τὰ ὑπὸ γῆς πάντα ἀνεζητηκὼς
καὶ τὸν ἥττω λόγον κρείττω ποιῶν.


Οὗτοι, ὦ ἄνδρες Ἀθηναῖοι,
οἱ ταύτην τὴν φήμην κατασκεδάσαντες,
οἱ δεινοί εἰσίν μου κατήγοροι·


οἱ γὰρ ἀκούοντες
ἡγοῦνται
τοὺς ταῦτα ζητοῦντας οὐδὲ θεοὺς νομίζειν.


Ἔπειτά εἰσιν οὗτοι οἱ κατήγοροι
πολλοὶ καὶ πολὺν χρόνον ἤδη κατηγορηκότες,
ἔτι δὲ καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ λέγοντες πρὸς ὑμᾶς
ἐν ᾗ ἂν μάλιστα ἐπιστεύσατε,
παῖδες ὄντες ἔνιοι ὑμῶν καὶ μειράκια,
ἀτεχνῶς ἐρήμην κατηγοροῦντες
ἀπολογουμένου οὐδενός.


Ὃ δὲ πάντων ἀλογώτατον,
ὅτι οὐδὲ οἷόν τε
τὰ ὀνόματα αὐτῶν εἰδέναι καὶ εἰπεῖν,
πλὴν εἴ τις κωμῳδοποιὸς τυγχάνει ὤν.


Ὅσοι δὲ
φθόνῳ καὶ διαβολῇ χρώμενοι
ὑμᾶς ἀνέπειθον
– οἱ δὲ
καὶ αὐτοὶ πεπεισμένοι
ἄλλους πείθοντες –
οὗτοι πάντες ἀπορώτατοί εἰσιν·


οὐδὲ γὰρ οἷόν τ’ἐστὶν
ἀναβιβάσασθαι αὐτῶν ἐνταυθοῖ
οὐδ’ἐλέγξαι οὐδένα,
ἀλλ’ἀνάγκη
ἀτεχνῶς ὥσπερ σκιαμαχεῖν ἀπολογούμενόν τε
καὶ ἐλέγχειν
μηδενὸς ἀποκρινομένου.


Ἀξιώσατε οὖν καὶ ὑμεῖς,
ὥσπερ ἐγὼ λέγω,
διττούς μου τοὺς κατηγόρους γεγονέναι,
ἑτέρους μὲν τοὺς ἄρτι κατηγορήσαντας,
ἑτέρους δὲ τοὺς πάλαι
οὓς ἐγὼ λέγω,
καὶ οἰήθητε
δεῖν
πρὸς ἐκείνους πρῶτόν με ἀπολογήσασθαι·


καὶ γὰρ ὑμεῖς ἐκείνων πρότερον ἠκούσατε
κατηγορούντων καὶ πολὺ μᾶλλον
ἢ τῶνδε τῶν ὕστερον.


Εἶεν·


ἀπολογητέον δή, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐπιχειρητέον
ὑμῶν ἐξελέσθαι τὴν διαβολὴν
ἣν ὑμεῖς ἐν πολλῷ χρόνῳ ἔσχετε ταύτην
ἐν οὕτως ὀλίγῳ χρόνῳ.


Βουλοίμην μὲν οὖν ἂν
τοῦτο οὕτως γενέσθαι,
εἴ τι ἄμεινον καὶ ὑμῖν καὶ ἐμοί,
καὶ πλέον τί με ποιῆσαι
ἀπολογούμενον·

οἶμαι δὲ
αὐτὸ χαλεπὸν εἶναι,
καὶ οὐ πάνυ με λανθάνει
οἷόν ἐστιν.


Ὅμως τοῦτο μὲν ἴτω
ὅπῃ τῷ θεῷ φίλον,


τῷ δὲ νόμῳ πειστέον καὶ ἀπολογητέον.


Nessun commento:

Posta un commento