giovedì 7 luglio 2016

Lisia: Storia di Lisia (struttura)


Οὐμὸς πατὴρ Κέφαλος ἐπείσθη μὲν ὑπὸ Περικλέους
εἰς ταύτην τὴν γῆν ἀφικέσθαι,
ἔτη δὲ τριάκοντα ᾤκησε,
καὶ οὐδενὶ πώποτε οὔτε ἡμεῖς οὔτε ἐκεῖνος δίκην οὔτε ἐδικασάμεθα οὔτε ἐφύγομεν,


ἀλλ’οὕτως ᾠκοῦμεν
δημοκρατούμενοι
ὥστε μήτε εἰς τοὺς ἄλλους ἐξαμαρτάνειν
μήτε ὑπὸ τῶν ἄλλων ἀδικεῖσθαι.


Ἐπειδὴ δ’οἱ τριάκοντα εἰς τὴν ἀρχὴν κατέστησαν
πονηροὶ μὲν καὶ συκοφάνται ὄντες,
φάσκοντες
χρῆναι
τῶν ἀδίκων καθαρὰν ποιῆσαι τὴν πόλιν
καὶ τοὺς λοιποὺς πολίτας ἐπ’ἀρετὴν καὶ δικαιοσύνην τραπέσθαι,
καὶ τοιαῦτα λέγοντες
οὐ ἐτόλμων
τοιαῦτα ποιεῖν,


ὡς ἐγὼ ἀναμνῆσαι πειράσομαι
περὶ τῶν ἐμαυτοῦ πρῶτον εἰπὼν καὶ περὶ τῶν ὑμετέρων.


Nessun commento:

Posta un commento