giovedì 7 luglio 2016

Esopo: Il pipistrello e la donnola (struttura)


Νυκτερὶς
ἐπὶ γῆς πεσοῦσα
ὑπὸ γαλῆς συνελήφθη·


καὶ
μέλλουσα ἀναιρεῖσθαι
περὶ σωτηρίας ἐδεῖτο.


Τῆς δὲ φαμένης
μὴ δύνασθαι αὐτὴν ἀπολῦσαι,
φύσει γὰρ πᾶσι τοῖς πτηνοῖς πολεμεῖν,
αὐτὴ ἔλεγεν
οὐκ ὄρνεον ἀλλὰ μῦς εἶναι,
καὶ οὕτως ἀφείθη.


Ὕστερον δὲ πάλιν πεσοῦσα
καὶ ὑφ’ἑτέρας συλληφθεῖσα γαλῆς
ἐδεῖτο
μὴ βρωθῆναι.


Τῆς δὲ εἰπούσης
ἅπασιν ἐχθραίνειν μυσὶν
αὐτὴ ἔλεγεν
μὴ μῦς ἀλλὰ νυκτερὶς εἶναι,
καὶ πάλιν ἀπελύθη.


Καὶ οὕτω συνέβη
δὶς αὐτὴν ἀλλαξαμένην τὸ ὄνομα
σωτηρίας τυχεῖν.


Ὁ μῦθος δηλοῖ,
ὅτι δεῖ
καὶ ἡμᾶς μὴ τοῖς αὐτοῖς ἀεὶ ἐπιμένειν
λογιζομένους,
ὡς
οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι
πολλάκις τοὺς κινδύνους ἐκφεύγουσιν.

Nessun commento:

Posta un commento