giovedì 7 luglio 2016

Plutarco: Reazione di Demostene alla notizia della morte di Filippo (struttura)


Ἔγνω μὲν οὖν κρύφα τὴν τοῦ Φιλίππου τελευτὴν ὁ Δημοσθένης,


προκαταλαμβάνων δὲ
τὸ θαρρύνειν ἐπὶ τὰ μέλλοντα τοὺς Ἀθηναίους,
προῆλθε φαιδρὸς εἰς τὴν βουλήν,
ὡς ὄναρ ἑωρακὼς
ἀφ’οὗ τι μέγα προσδοκᾶν Ἀθηναίοις ἀγαθόν·


καὶ μετ’οὐ πολὺ παρῆσαν
οἱ τὸν Φιλίππου θάνατον ἀπαγγέλλοντες.


Εὐθὺς οὖν ἔθυον εὐαγγέλια
καὶ ἐψηφίσαντο
στεφανοῦν Παυσανίαν1,
καὶ προῆλθεν ὁ Δημοσθένης
ἔχων λαμπρὸν ἱμάτιον
ἐστεφανωμένος,
ἑβδόμην ἡμέραν τῆς θυγατρὸς αὐτοῦ τεθνηκυίας,
ὡς Αἰσχίνης φησί,
λοιδορῶν ἐπὶ τούτῳ
καὶ κατηγορῶν αὐτοῦ μισοτεκνίαν,
αὐτὸς ὢν ἀγεννὴς καὶ μαλακός,
εἰ τὰ πένθη καὶ τοὺς ὀδυρμοὺς ἡμέρου καὶ φιλοστόργου ψυχῆς ἐποιεῖτο σημεῖα,
ἀπεδοκίμαζεν
τὸ δ’ἀλύπως φέρειν ταῦτα καὶ πρᾴως.


Ἐγὼ δ’οὐκ ἂν εἴποιμι
ὡς μὲν καλῶς εἶχε
στεφανηφορεῖν καὶ θύειν ἐπὶ θανάτῳ
βασιλέως ἡμέρως οὕτω καὶ φιλανθρώπως χρησαμένου
πταίσασιν αὐτοῖς
ἐν οἷς εὐτύχησε.


1 è il nome del Macedone che uccise Filippo in un agguato


Nessun commento:

Posta un commento