giovedì 7 luglio 2016

Eforo: Paro assediata da Milziade


Ὁ δὲ Μιλτιάδης τῶν μὲν ἄλλων νήσων τινὰς ἀποβάσεις ποιησάμενος ἐπόρθησε, Πάρον δὲ εὐδαιμονεστάτην καὶ μεγίστην οὖσαν τότε τῶν Κυκλάδων καθεζόμενος ἐπολιόρκει πολὺν χρόνον, τῆς θαλάττης εἴργων καὶ κατὰ γῆν μηχανήματα ἄγων. Ἤδη δὲ τῶν τειχῶν πιπτόντων καὶ ἐπὶ τῷ παραδιδόναι τὴν πόλιν τῶν Παρίων διωμολογημένων, ὕλης τινὸς ἐξ αὐτομάτου περὶ τὴν Μύκονον ἐξαφθείσης οἱ μὲν Πάριοι τὸν Δάτιν αὐτοῖς πυρσεύειν ὑπολαβόντες ἐψεύσαντο τὰς ὁμολογίας καὶ τὴν πόλιν οὐκέτι τῷ Μιλτιάδῃ παρεδίδοσαν. Ὅθεν φασὶν ἔτι καὶ νῦν ἡμᾶς χρῆσθαι τῇ παροιμίᾳ τοὺς ψευδομένους τὰς ὁμολογίας ἀναπαριάζειν φάσκοντας.

Nessun commento:

Posta un commento