giovedì 7 luglio 2016

Esopo: La gatta e Afrodite (struttura)


Γαλῆ
ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς
ηὔξατο τῇ Ἀφροδίτῃ,
ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα.


Καὶ ἡ θεὸς
ἐλεήσασα αὐτῆς τὸ πάθος
μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ.


Καὶ οὕτως ὁ νεανίσκος
θεασάμενος αὐτὴν
καὶ ἐρασθεὶς
οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε.


Καθημένων δ’αὐτῶν ἐν τῷ θαλάμῳ
ἡ Ἀφροδίτη
γνῶναι βουλομένη,
εἰ ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε
μεταβαλοῦσα τὸ σῶμα,
μῦν εἰς τὸ μέσον καθῆκεν.


Ἡ δὲ
ἐπιλαθομένη
τῶν παρόντων
ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης
τὸν μῦν ἐδίωκε
καταφαγεῖν ἐθέλουσα.


Καὶ ἡ θεὸς
ἀγανακτήσασα κατ’αὐτῆς
πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν.


Οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί,
κἄν φύσιν ἀλλάξωσι,
τὸν γοῦν τρόπον οὐ μεταβάλλονται.



Nessun commento:

Posta un commento