giovedì 7 luglio 2016

pseudo-Apollodoro: Eracle uccide il centauro Nesso (struttura)


Ἄγων δὲ Δηιάνειραν
ἐπὶ ποταμὸν Εὔηνον ἧκεν,
ἐν ᾧ καθεζόμενος
Νέσσος ὁ Κένταυρος διεπόρθμευε μισθοῦ
τοὺς παριόντας,
λέγων
παρὰ θεῶν τὴν πορθμείαν εἰληφέναι διὰ δικαιοσύνην.


Αὐτὸς μὲν οὖν Ἡρακλῆς τὸν ποταμὸν διῄει,


δὲ μισθὸν αἰτηθεὶς
ἐπέτρεψε Νέσσῳ
διακομίζειν Δηιάνειραν.


Ὁ δὲ
διαπορθμεύων
ἐπεχείρει
αὐτὴν βιάζεσθαι.


αἰσθόμενος
τῆς δὲ ἀνακραγούσης
Ἡρακλῆς Νέσσον ἐτόξευσεν εἰς τὴν καρδίαν
ἐξελθόντα.


Ὁ δὲ
μέλλων τελευτᾶν
προσκαλεσάμενος Δηιάνειραν
εἶπεν,
εἰ θέλοι φίλτρον πρὸς Ἡρακλέα ἔχειν,
τόν τε γόνον
ὃν ἀφῆκε κατὰ τῆς γῆς
καὶ τὸ ῥυὲν ἐκ τοῦ τραύματος τῆς ἀκίδος αἷμα συμμῖξαι.


Ἡ δὲ
ποιήσασα τοῦτο
ἐφύλαττε παρ’ἑαυτῇ.




Nessun commento:

Posta un commento