giovedì 7 luglio 2016

Appiano: La rivolta di Spartaco (II parte) [struttura]


Μετὰ δὲ τοῦτο Σπαρτάκῳ μὲν ἔτι μᾶλλον πολλοὶ συνέθεον,
καὶ ἑπτὰ μυριάδες ἦσαν ἤδη στρατοῦ,
καὶ ὅπλα ἐχάλκευε
καὶ παρασκευὴν συνέλεγεν,
οἱ δ’ἐν ἄστει τοὺς ὑπάτους ἐξέπεμπον μετὰ δύο τελῶν.


Καὶ τούτων ὑπὸ μὲν θατέρου Κρίξος περὶ τὸ Γάργανον ὄρος ἡττᾶτο
ἡγούμενος τρισμυρίων ἀνδρῶν,
καὶ δύο μέρη τοῦ στρατοῦ καὶ αὐτὸς συναπώλετο αὐτοῖς·


ὁ ἕτερος ὕπατος ἐκώλυε τῆς φυγῆς
προλαβὼν
Σπάρτακον δὲ διὰ τῶν Ἀπεννίνων ὀρῶν ἐπὶ τὰ Ἄλπεια καὶ ἐς Κελτοὺς ἀπὸ τῶν Ἀλπείων ἐπειγόμενον,
καὶ ὁ ἕτερος ἐδίωκεν.


Ὁ δ’ἐνίκα
ἐφ’ἑκάτερον αὐτῶν ἐπιστρεφόμενος παρὰ μέρος.


Καὶ οἱ μὲν σὺν θορύβῳ τὸ ἀπὸ τοῦδε ὑπεχώρουν,
ὁ δὲ Σπάρτακος
τριακοσίους Ῥωμαίων αἰχμαλώτους ἐναγίσας Κρίξῳ,
δυώδεκα μυριάσι πεζῶν ἐς Ῥώμην ἠπείγετο,
τὰ ἄχρηστα τῶν σκευῶν κατακαύσας
καὶ τοὺς αἰχμαλώτους πάντας ἀνελὼν
καὶ ἐπισφάξας τὰ ὑποζύγια,
ἵνα κοῦφος εἴη·


αὐτομόλων τε πολλῶν αὐτῷ προσιόντων
οὐδένα προσίετο.


Καὶ τῶν ὑπάτων αὐτὸν αὖθις περὶ τὴν Πικηνίτιδα γῆν ὑποστάντων,
μέγας ἀγὼν ἕτερος ὅδε γίγνεται καὶ μεγάλη καὶ τότε ἧσσα Ῥωμαίων.


Nessun commento:

Posta un commento