giovedì 7 luglio 2016

Arriano: Ipotesi sulla morte di Alessandro (struttura)


οἶδα
πολλὰ δὲ καὶ ἄλλα ἀναγεγραμμένα ὑπὲρ τῆς Ἀλεξάνδρου τελευτῆς,
καὶ φάρμακον
ὅτι ἐπέμφθη παρὰ Ἀντιπάτρου Ἀλεξάνδρῳ
καὶ ἐκ τοῦ φαρμάκου ὅτι ἀπέθανε·


καὶ τὸ φάρμακον
ὅτι Ἀριστοτέλης μὲν Ἀντιπάτρῳ ἐξεῦρε
δεδοικὼς ἤδη Ἀλέξανδρον Καλλισθένους ἕνεκα,
Κάσανδρος δὲ ὁ Ἀντιπάτρου ἐκόμισεν·


οἱ δὲ
καὶ ὅτι ἐν ἡμιόνου ὁπλῇ ἐκόμισε
καὶ τοῦτο ἀνέγραψαν.


Δοῦναι δὲ αὐτὸ Ἰόλλαν τὸν ἀδελφὸν τὸν Κασάνδρου τὸν νεώτερον·
εἶναι γὰρ οἰνοχόον βασιλικὸν τὸν Ἰόλλαν
καί τι καὶ λελυπῆσθαι πρὸς Ἀλεξάνδρου ὀλίγῳ πρόσθεν τῆς τελευτῆς·


οἱ δὲ
καὶ Μήδιον μετασχεῖν τοῦ ἔργου,
ἐραστὴν ὄντα τοῦ Ἰόλλα·
καὶ αὐτὸν γὰρ εἶναι τὸν εἰσηγητὴν γενόμενον Ἀλεξάνδρῳ τοῦ κώμου·


ὀδύνην τε αὐτῷ ἐπὶ τῇ κύλικι γενέσθαι ὀξεῖαν,
καὶ ἐπὶ τῇ ὀδύνῃ ἀπαλλαγῆναι ἐκ τοῦ πότου.




Nessun commento:

Posta un commento