giovedì 7 luglio 2016

Senofonte: Proposte di Senofonte per organizzare il ritorno in patria (struttura)


Μετὰ τοῦτον Ξενοφῶν ἀνέστη
καὶ ἔλεξεν ὧδε.


Χειρίσοφος μὲν δὴ ἐπὶ πλοῖα στέλλεται,
ἡμεῖς δὲ ἀναμενοῦμεν.


Ὅσα μοι οὖν δοκεῖ
καιρὸς εἶναι
ποιεῖν ἐν τῇ μονῇ,
ταῦτα ἐρῶ.


Πρῶτον μὲν τὰ ἐπιτήδεια δεῖ πορίζεσθαι ἐκ τῆς πολεμίας·


οὔτε γὰρ ἀγορά ἐστιν ἱκανὴ
οὔτε εὐπορία
εἰ μὴ ὀλίγοις τισίν·
ὅτου ὠνησόμεθα


ἡ δὲ χώρα πολεμία·


κίνδυνος οὖν
πολλοὺς ἀπόλλυσθαι,
ἢν ἀμελῶς τε καὶ ἀφυλάκτως πορεύησθε ἐπὶ τὰ ἐπιτήδεια.


Ἀλλά μοι δοκεῖ
σὺν προνομαῖς λαμβάνειν τὰ ἐπιτήδεια,
ἄλλως δὲ μὴ πλανᾶσθαι,
ὡς σῴζησθε,
ἡμᾶς δὲ τούτων ἐπιμελεῖσθαι.


Ἔδοξε ταῦτα.


Ἔτι τοίνυν ἀκούσατε καὶ τάδε.


Ἐπὶ λείαν γὰρ ὑμῶν ἐκπορεύσονταί τινες.


Οἴομαι οὖν
βέλτιστον εἶναι ἡμῖν
τὸν μέλλοντα ἐξιέναι
εἰπεῖν,
φράζειν δὲ καὶ ὅποι,
ἵνα καὶ τὸ πλῆθος εἰδῶμεν
τῶν ἐξιόντων καὶ τῶν μενόντων
καὶ ξυμπαρασκευάζωμεν,
ἐάν τι δέῃ,
κἂν βοηθῆσαί τισι καιρὸς ᾖ,
εἰδῶμεν
ὅποι δεήσει βοηθεῖν,
καὶ
ἐάν τις τῶν ἀπειροτέρων ἐγχειρῇ ποι,
ξυμβουλεύωμεν
πειρώμενοι εἰδέναι τὴν δύναμιν
ἐφ’οὓς ἂν ἴωσιν.


Nessun commento:

Posta un commento