giovedì 7 luglio 2016

Eforo: Paro assediata da Milziade (struttura)


Ὁ δὲ Μιλτιάδης
τῶν μὲν ἄλλων νήσων τινὰς ἀποβάσεις ποιησάμενος
ἐπόρθησε,


καθεζόμενος
Πάρον δὲ εὐδαιμονεστάτην καὶ μεγίστην οὖσαν τότε τῶν Κυκλάδων
ἐπολιόρκει πολὺν χρόνον,
τῆς θαλάττης εἴργων
καὶ κατὰ γῆν μηχανήματα ἄγων.


Ἤδη δὲ τῶν τειχῶν πιπτόντων
καὶ τῶν Παρίων διωμολογημένων
ἐπὶ τῷ παραδιδόναι τὴν πόλιν,
ὕλης τινὸς ἐξ αὐτομάτου περὶ τὴν Μύκονον ἐξαφθείσης
οἱ μὲν Πάριοι ἐψεύσαντο τὰς ὁμολογίας
ὑπολαβόντες
τὸν Δάτιν αὐτοῖς πυρσεύειν
καὶ τὴν πόλιν οὐκέτι τῷ Μιλτιάδῃ παρεδίδοσαν.


Ὅθεν φασὶν ἔτι καὶ νῦν
ἡμᾶς χρῆσθαι τῇ παροιμίᾳ
φάσκοντας
τοὺς ψευδομένους τὰς ὁμολογίας
ἀναπαριάζειν.



Nessun commento:

Posta un commento