giovedì 7 luglio 2016

Eliano: Modestia di un grande filosofo (struttura)


Πλάτων ὁ Ἀρίστωνος ἐν Ὀλυμπίᾳ συνεσκήνωσεν ἀγνῶσιν ἀνθρώποις,
καὶ αὐτὸς ὢν αὐτοῖς ἀγνώς.


Οὕτως δὲ αὐτοὺς ἐχείρωσατο
καὶ ἀνεδήσατο τῇ συνουσίᾳ,
συνεστιώμενός τε αὐτοῖς ἀφελῶς
καὶ συνδιημερεύων ἐν πᾶσιν,
ὡς ὑπερησθῆναι τοὺς ξένους τῇ τοῦ ἀνδρὸς συντυχίᾳ.


Οὔτε δὲ Ἀκαδημείας ἐμέμνητο οὔτε Σωκράτους·


αὐτό γε μὴν τοῦτο ἐνεφάνισεν αὐτοῖς,
ὅτι καλεῖται Πλάτων.


Ἐπεὶ δὲ ἦλθον ἐς τὰς Ἀθήνας,
ὑπεδέξατο αὐτοὺς εὖ μάλα φιλοφρόνως.


Καὶ οἱ ξένοι εἶπον
«ἄγε ὦ Πλάτων, ἐπίδειξον ἡμῖν καὶ τὸν ὁμώνυμόν σου, τὸν Σωκράτους ὁμιλητήν,
καὶ ἐπὶ τὴν Ἀκαδήμειαν ἥγησαι τὴν ἐκείνου,
καὶ σύστησον τῷ ἀνδρί,
ἵνα τι καὶ αὐτοῦ ἀπολαύσωμεν».


ὃ δὲ φησίν
ἠρέμα ὑπομειδιάσας,
ὥσπερ οὖν καὶ εἰώθει,
«ἀλλ’ἐγὼ αὐτὸς ἐκεῖνός εἰμι».


Οἱ δὲ ἐξεπλάγησαν
εἰ ἠγνόησαν
τὸν ἄνδρα ἔχοντες μεθ’ἑαυτῶν τὸν τοσοῦτον,
ἀτύφως αὐτοῦ συγγενομένου καὶ ἀνεπιτηδεύτως αὐτοῖς
καὶ δείξαντος
ὅτι δύναται
καὶ ἄνευ τῶν συνήθων λόγων χειροῦσθαι τοὺς συνόντας.




Nessun commento:

Posta un commento