giovedì 7 luglio 2016

Cassio Dione: Suicidio di Antonio (struttura)


Ἰδοῦσα δὲ τοῦθ’
ἡ Κλεοπάτρα ἐποίησε
τάς τε ναῦς αὐτομολῆσαι,
καὶ αὐτὴ ἐς τὸ ἠρίον ἐξαίφνης ἐσεπήδησε,
λόγῳ μὲν ὡς τὸν Καίσαρα φοβουμένη
καὶ βουλομένη
προδιαφθεῖραι τρόπον τινὰ ἑαυτὴν,
ἔργῳ δὲ προκαλουμένη
καὶ τὸν Ἀντώνιον ἐκεῖσε ἐσελθεῖν ·


ὑπετόπει μὲν γὰρ
προδίδοσθαι,
οὐ μέντοι καὶ ἐπίστευεν ὑπὸ τοῦ ἔρωτος,
ἀλλὰ καὶ μᾶλλον ἐκείνην ἢ ἑαυτὸν ἠλέει
ὡς εἰπεῖν.


Ὅπερ που ἀκριβῶς εἰδυῖα
ἡ Κλεοπάτρα ἤλπισεν
ὅτι οὐκ ἐπιβιώσεται
ἂν πύθηται
αὐτὴν τετελευτηκυῖαν,
ἀλλὰ παραχρῆμα ἀποθανεῖται.


Καὶ διὰ τοῦτο ἔς τε τὸ μνημεῖον σύν τε εὐνούχῳ τινὶ καὶ σὺν θεραπαίναις δύο ἐσέδραμε,
καὶ ἐκεῖθεν ἀγγελίαν αὐτῷ ἔπεμψε
ὡς καὶ ἀπολωλυῖα.


Καὶ ὃς οὐκ ἐμέλλησεν
ἀκούσας τοῦτο,
ἀλλ’ἐπεθύμησε
ἐπαποθανεῖν αὐτῇ.


Nessun commento:

Posta un commento