giovedì 7 luglio 2016

Plutarco: «Veni, vidi, vici» (struttura)


Κἀκεῖθεν ἐπιὼν τὴν Ἀσίαν,
ἐπυνθάνετο
Cesare è qui il soggetto sottinteso


Δομίτιον μὲν ἐκ Πόντου πεφευγέναι σὺν ὀλίγοις
ὑπὸ Φαρνάκου τοῦ Μιθριδάτου παιδὸς ἡττημένον,
Φαρνάκην δὲ Ἀρμενίας ἐφίεσθαι
τῆς μικρᾶς καλουμένης
τῇ νίκῃ χρώμενον ἀπλήστως,
καὶ Βιθυνίαν ἔχοντα καὶ Καππαδοκίαν,
καὶ πάντας ἀνίσταναι τοὺς ταύτῃ βασιλεῖς καὶ τετράρχας.


Εὐθὺς οὖν ἐπὶ τὸν ἄνδρα τρισὶν ἤλαυνε τάγμασι,


καὶ περὶ πόλιν Ζῆλαν μάχην μεγάλην συνάψας
αὐτὸν μὲν ἐξέβαλε τοῦ Πόντου
φεύγοντα,
τὴν δὲ στρατιὰν ἄρδην ἀνεῖλε·


καὶ τῆς μάχης ταύτης τὴν ὀξύτητα καὶ τὸ τάχος ἀναγγέλλων εἰς Ῥώμην πρὸς τινα τῶν φίλων Μάτιον
ἔγραψε τρεῖς λέξεις·


«ἦλθον, εἶδον, ἐνίκησα».

Nessun commento:

Posta un commento