giovedì 7 luglio 2016

Lisia: Provvedimenti dei Trenta contro i meteci (struttura)


Θέογνις γὰρ καὶ Πείσων ἔλεγον ἐν τοῖς τριάκοντα περὶ τῶν μετοίκων,
ὡς εἶέν τινες
τῇ πολιτείᾳ ἀχθόμενοι·


καλλίστην οὖν εἶναι πρόφασιν
τιμωρεῖσθαι μὲν δοκεῖν,
τῷ δ’ἔργῳ χρηματίζεσθαι·


πάντως δὲ τὴν μὲν πόλιν πένεσθαι
τὴν ἀρχὴν δὲ δεῖσθαι χρημάτων.


Καὶ τοὺς ἀκούοντας οὐ χαλεπῶς ἔπειθον·


περὶ οὐδενὸς ἡγοῦντο
ἀποκτιννύναι μὲν γὰρ ἀνθρώπους,
περὶ πολλοῦ ἐποιοῦντο
λαμβάνειν δὲ χρήματα.


Ἔδοξεν οὖν αὐτοῖς
δέκα συλλαβεῖν, τούτων δὲ δύο πένητας,
ἵνα αὐτοῖς ᾖ πρὸς τοὺς ἄλλους ἀπολογία,
ὡς οὐ χρημάτων ἕνεκα ταῦτα πέπρακται,
ἀλλὰ συμφέροντα τῇ πολιτείᾳ γεγένηται,


ὥσπερ τι τῶν ἄλλων εὐλόγως πεποιηκότες.

Nessun commento:

Posta un commento