giovedì 7 luglio 2016

Cassio Dione: Nerone incendia Roma (struttura)


Μετὰ δὲ ταῦτα ἐπεθύμησεν
ὅπερ που ἀεὶ ηὔχετο,
τήν τε πόλιν ὅλην καὶ τὴν βασιλείαν ἀναλῶσαι
ζῶν·


τὸν γοῦν Πρίαμον καὶ αὐτὸς θαυμαστῶς ἐμακάριζεν
ὅτι εἶδεν
καὶ τὴν πατρίδα ἅμα καὶ τὴν ἀρχὴν ἀπολομένας.


Λάθρᾳ γάρ τινας διαπέμπων
ὡς καὶ μεθύοντας ἢ καὶ κακουργοῦντάς τι ἄλλως,
τὸ μὲν πρῶτον ἕν που καὶ δύο καὶ πλείονα ἄλλα ἄλλοθι ὑπεπίμπρα,
ὥστε τοὺς ἀνθρώπους ἐν παντὶ ἀπορίας γενέσθαι,
δυναμένους
μητ’ἀρχὴν τοῦ κακοῦ ἐξευρεῖν
μήτε τέλος ἐπαγαγεῖν
ἀλλὰ πολλὰ μὲν ὁρῶντας
πολλὰ δὲ ἀκούοντας ἄτοπα.


Οὔτε γὰρ ἦν
θεάσασθαι ἄλλο τι
ἢ πυρὰ πολλὰ ὥσπερ ἐν στρατοπέδῳ,
οὔτε ἀκοῦσαι
λεγόντων τινῶν
ἢ ὅτι τὸ καὶ τὸ καίεται·
«ποῦ;» «πῶς;» «ὑπὸ τίνος;» «Βοηθεῖτε».


Θόρυβός τε οὖν ἐξαίσιος πανταχοῦ πάντας κατελάμβανε,
καὶ διέτρεχον οἱ μὲν τῇ οἱ δὲ τῇ ὥσπερ ἔμπληκτοι.




Nessun commento:

Posta un commento