giovedì 7 luglio 2016

Diodoro Siculo: Il comandante spartano Pausania diventa amante del lusso (struttura)


Τίς γὰρ οὐκ ἂν θαυμάσαι τούτου τὴν ἄνοιαν,
ὃς
εὐεργέτης γενόμενος τῆς Ἑλλάδος
καὶ νικήσας τὴν ἐν Πλαταιαῖς μάχην
καὶ πολλὰς ἄλλας ἐπαινουμένας πράξεις ἐπιτελεσάμενος,
οὐχ ὅπως1 τὸ παρὸν ἀξίωμα διεφύλαξεν,
ἀλλ’
ἀγαπήσας τῶν Περσῶν τὸν πλοῦτον καὶ τὴν τρυφήν,
ἅπασαν τὴν προϋπάρχουσαν εὐδοξίαν κατῄσχυνεν;


Ἐπαρθεὶς γὰρ ταῖς εὐτυχίαις
τὴν μὲν Λακωνικὴν ἀγωγὴν ἐστύγησε,
τὴν δὲ τῶν Περσῶν ἀκολασίαν καὶ τρυφὴν ἐμιμήσατο,
ὃν ἥκιστα ἐχρῆν
ζηλῶσαι τὰ τῶν βαρβάρων ἐπιτηδεύματα·


οὐ γὰρ ἑτέρων πεπυσμένος,
ἀλλ’αὐτὸς ἔργῳ πεῖραν εἰληφὼς
ἐγίνωσκε
πόσῳ τῆς τῶν Περσῶν τρυφῆς ἡ πάτριος δίαιτα πρὸς ἀρετὴν διέφερεν.


1  οὐχ ὅπως = non solo non


Nessun commento:

Posta un commento