mercoledì 4 luglio 2018

Dionigi di Alicarnasso: La donna nell’antica Roma [M] (struttura)


Οὗτος ὁ νόμος τάς τε γυναῖκας ἠνάγκασε τὰς γαμετάς,
οἷα δὴ μηδεμίαν ἐχούσας ἑτέραν ἀποστροφήν,
πρὸς ἕνα τὸν τοῦ γεγαμηκότος τρόπον ζῆν,
καὶ τοὺς ἄνδρας ὡς ἀναγκαίου τε καὶ ἀναφαιρέτου κτήματος τῆς γυναικὸς κρατεῖν.

Σωφρονοῦσα μὲν οὖν
καὶ πάντα
τῷ γεγαμηκότι
πειθομένη
γυνὴ κυρία τοῦ οἴκου τὸν αὐτὸν τρόπον ἦν,
ὅνπερ καὶ ὁ ἀνὴρ,

καὶ
τελευτήσαντος ἀνδρὸς
κληρονόμος ἐγίνετο τῶν χρήματων,
ὡς θυγάτηρ πατρός,
εἰ μὲν
ἄπαις τε
καὶ μηδὲν διαθέμενος
ἀποθάνοι,
πάντων οὖσα κυρία
τῶν ἀπολειφθέντων,

εἰ δὲ γενεὰν ἔχοι
τοῖς παισὶν ἰσόμοιρος γινομένη.

Ἁμαρτάνουσα δέ τι
δικαστὴν τὸν ἀδικούμενον ἐλάμβανε
καὶ τοῦ μεγέθους τῆς τιμωρίας κύριον.

Ταῦτα δὲ οἱ συγγενεῖς μετὰ τοῦ ἀνδρὸς ἐδίκαζον,
ἐν οἷς ἦν φθορὰ σώματος
καί,
ὃ Ἕλλησι δόξειεν ἂν
πάντων ἐλάχιστον ἁμαρτημάτων ὑπάρχειν,
εἴ τις
οἶνον πιοῦσα
εὑρεθείη γυνή.

Ἀμφότερα γὰρ ταῦτα θανάτῳ ζημιοῦν
συνεχώρησεν ὁ Ῥωμύλος,
ὡς ἁμαρτημάτων γυναικείων αἴσχιστα,
φθορὰν μὲν ἀπονοίας ἀρχὴν νομίσας,
μέθην δὲ φθορᾶς.


Nessun commento:

Posta un commento