martedì 7 luglio 2015

La caduta di Atene [I] (Senofonte) - struttura


Οἱ δ’Ἀθηναῖοι
πολιορκούμενοι κατὰ γῆν καὶ κατὰ θάλατταν
ἠπόρουν
τί χρὴ ποιεῖν,
οὔτε νεῶν οὔτε συμμάχων αὐτοῖς ὄντων οὔτε σίτου·

 

ἐνόμιζον δὲ
οὐδεμίαν εἶναι σωτηρίαν
εἰ μὴ παθεῖν
ἃ ἐποίησαν
οὐ τιμωρούμενοι,
ἀλλὰ διὰ τὴν ὕβριν ἠδίκουν ἀνθρώπους μικροπολίτας
οὐδ’ἐπὶ μιᾷ αἰτίᾳ ἑτέρᾳ
ἢ ὅτι ἐκείνοις συνεμάχουν.

 

Διὰ ταῦτα ἐκαρτέρουν
τοὺς ἀτίμους ἐπιτίμους ποιήσαντες,
 

καὶ ἀποθνῃσκόντων ἐν τῇ πόλει λιμῷ πολλῶν
οὐ διελέγοντο περὶ διαλλαγῆς.
 

Ἐπεὶ δὲ παντελῶς ἤδη ὁ σῖτος ἐπελελοίπει,
ἔπεμψαν πρέσβεις παρ’Ἆγιν,
βουλόμενοι
σύμμαχοι εἶναι Λακεδαιμονίοις
ἔχοντες τὰ τείχη καὶ τὸν Πειραιᾶ,
καὶ ἐπὶ τούτοις συνθήκας ποιεῖσθαι.
 

Ὁ δὲ ἐκέλευεν
αὐτοὺς εἰς Λακεδαίμονα ἰέναι·
 

οὐ γὰρ εἶναι κύριος αὐτός.
 

Ἐπεὶ δ’ἀπήγγειλαν οἱ πρέσβεις ταῦτα τοῖς Ἀθηναίοις,
ἔπεμψαν αὐτοὺς εἰς Λακεδαίμονα.

Nessun commento:

Posta un commento