martedì 7 luglio 2015

Saffo (Suda)


Σαπφώ, Σίμωνος οἳ δὲ Εὐμήνου, οἳ δὲ Ἠεριγύου, οἳ δὲ Ἐκρύτου, οἳ δὲ Σήμου, οἳ δὲ Κάμωνος, οἳ δὲ Ἐτάρχου, οἳ δὲ Σκαμανδρωνύμου· μητρὸς δὲ Κλειδός· Λεσβία ἐξ Ἐρεσσοῦ, λυρική, γεγονυῖα κατὰ τὴν δευτέραν καὶ τετταρακοστὴν Ὀλυμπιάδα, ὅτε καὶ Ἀλκαῖος ἦν καὶ Στησίχορος καὶ Πιττακός. Ἦσαν δὲ αὐτῇ καὶ ἀδελφοὶ τρεῖς, Λάριχος, Χάραξος, Εὐρύγιος. Ἐγαμήθη δὲ ἀνδρὶ Κερκύλᾳ πλουσιωτάτῳ, ὁρμωμένῳ ἀπὸ Ἄνδρου, καὶ θυγατέρα ἐποιήσατο ἐξ αὐτοῦ, ἣ Κλεὶς ὠνομάσθη. Ἐταῖραι δὲ αὐτῆς καὶ φίλαι γεγόνασι τρεῖς, Ἀτθίς, Τελεσίππα, Μεγάρα, πρὸς ἃς καὶ διαβολὴν ἔσχεν αἰσχρᾶς φιλίας. Μαθήτριαι δὲ αὐτῆς Ἀναγόρα Μιλησία, Γογγύλα Κολοφωνία, Εὐνείκα Σαλαμινία. Ἔγραψε δὲ μελῶν λυρικῶν βιβλία ἐννέα. Καὶ πρώτη πλῆκτρον εὗρεν. Ἔγραψε δὲ καὶ ἐπιγράμματα καὶ ἐλεγεῖα καὶ ἰάμβους καὶ μονῳδίας.

Nessun commento:

Posta un commento