martedì 7 luglio 2015

La caduta di Atene [II] (Senofonte) - struttura


Ἐπεὶ δ’ἧκον,
ἐκκλησίαν ἐποίησαν,
ἐν ᾗ ἀντέλεγον Κορίνθιοι καὶ Θηβαῖοι μάλιστα, πολλοὶ δὲ καὶ ἄλλοι τῶν Ἑλλήνων,
μὴ σπένδεσθαι Ἀθηναίοις,
ἀλλ’ἐξαιρεῖν.
 

Λακεδαιμόνιοι δὲ οὐκ ἔφασαν
πόλιν Ἑλληνίδα ἀνδραποδιεῖν
μέγα ἀγαθὸν εἰργασμένην ἐν τοῖς μεγίστοις κινδύνοις
γενομένοις τῇ Ἑλλάδι,
 
ἀλλ’ἐποιοῦντο εἰρήνην
ἐφ’ᾧ
τά τε μακρὰ τείχη καὶ τὸν Πειραιᾶ καθελόντας
καὶ τὰς ναῦς πλὴν δώδεκα παραδόντας
καὶ τοὺς φυγάδας καθέντας
τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζοντας
Λακεδαιμονίοις ἕπεσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν
ὅποι ἂν ἡγῶνται.

 

 

Nessun commento:

Posta un commento