martedì 7 luglio 2015

L’Elicona (Pausania)


Ὁ δὲ Ἐλικὼν ὀρῶν τῶν ἐν τῇ Ἑλλάδι ἐν τοῖς μάλιστά ἐστιν εὔγεως καὶ δένδρων ἡμέρων ἀνάπλεως· καὶ οἱ τῆς ἀνδράχνου θάμνοι παρέχονται τῶν πανταχοῦ καρπὸν αἰξὶν ἥδιστον. Λέγουσι δὲ οἱ περὶ τὸν Ἑλικῶνα οἰκοῦντες καὶ ἁπάσας ἐν τῷ ὄρει τὰς πόας καὶ τὰς ῥίζας ἥκιστα ἐπὶ ἀνθρώπου θανάτῳ φύεσθαι. Καὶ δὴ καὶ τοῖς ὄφεσι τὸν ἰὸν ποιοῦσιν ἐνταῦθα ἀσθενέστερον αἱ νομαί, ὥστε καὶ διαφεύγουσι τὰ πολλὰ οἱ δηχθέντες, ἢν ἀνδρὶ Λίβυι γένους τοῦ Ψύλλων ἢ καὶ ἄλλως προσφόροις ἐπιτύχωσι τοῖς φαρμάκοις. Ἔστι μὲν δὴ ὁ ἰὸς τοῖς ἀγριωτάτοις τῶν ὄφεων καὶ ἄλλως ὀλέθριος ἔς τε ἀνθρώπους καὶ ζῷα ὁμοίως τὰ πάντα, συντελοῦσι δὲ οὐχ ἥκιστα ἐς ἰσχύν σφισι τοῦ ἰοῦ καὶ αἱ νομαί, ἐπεί τοι καὶ ἀνδρὸς ἀκούσας οἶδα Φοίνικος ὡς ἐν τῇ ὀρεινῇ τῇ Φοινίκης ἀγριωτέρους τοὺς ἔχεις ποιοῦσιν αἱ ῥίζαι.

Nessun commento:

Posta un commento