mercoledì 8 luglio 2015

Educazione a Sparta (Senofonte) - struttura


Ὁ δὲ Λυκοῦργος,
ἀντὶ μὲν τοῦ ἰδίᾳ ἕκαστον παιδαγωγοὺς δούλους ἐφιστάναι,
ἄνδρα ἐπέστησε
κρατεῖν αὐτῶν
ἐξ ὧνπερ αἱ μέγισται ἀρχαὶ καθίστανται,
ὃς δὲ καὶ παιδονόμος καλεῖται,
τοῦτον δὲ κύριον ἐποίησε
καὶ ἀθροίζειν τοὺς παῖδας
καὶ
ἐπισκοποῦντα,
εἴ τις ῥᾳδιουργοίη,
ἰσχυρῶς κολάζειν.
 

Ἔδωκε δ’αὐτῷ καὶ τῶν ἡβώντων μαστιγοφόρους,
ὅπως τιμωροῖεν
ὁπότε δέοι,
ὥστε πολλὴν μὲν αἰδῶ, πολλὴν δὲ πειθὼ ἐκεῖ συμπαρεῖναι.
 

Ἀντί γε μὴν τοῦ ἁπαλύνειν τοὺς πόδας ὑποδήμασιν
ἔταξεν
ἀνυποδησίᾳ κρατύνειν,
νομίζων,
εἰ τοῦτ’ἀσκήσειαν,
πολὺ μὲν ῥᾷον ἂν ὀρθιάδε ἐκβαίνειν,
ἀσφαλέστερον δὲ πρανῆ καταβαίνειν,
καὶ πηδῆσαι δὲ καὶ ἀναθορεῖν καὶ δραμεῖν θᾶττον.
 

Nessun commento:

Posta un commento