Ἔνιοι μὲν οὖν τῶν συγγραφέων
πλανηθέντες
(con chi concorda il participio?)
ὑπέλαβον
τοὺς
περὶ τὸν Ῥωμύλον
ἐκ τῆς Αἰνείου θυγατρὸς γεννηθέντας
(con chi concorda il participio? Che
compl. regge?)
ἐκτικέναι τὴν Ῥώμην·
τὸ δ’ἀληθὲς οὐχ οὕτως ἔχει,
(ricorda
il significato del verbo ἔχω
quando è accompagnato da un avverbio)
πολλῶν μὲν ἐν τῷ
μεταξὺ χρόνῳ τοῦ τ’Αἰνείου καὶ Ῥωμύλου γεγονότων βασιλέων,
(che struttura riconosci qui e nella
proposizione seguente?)
(che caso è retto da μεταξὺ?)
ἐκτισμένης δὲ τῆς Ῥώμης κατὰ τὸ δεύτερον ἔτος τῆς
ἑβδόμης ὀλυμπιάδος·
αὕτη γὰρ ἡ κτίσις ὑστερεῖ τῶν Τροικῶν ἔτεσι τρισὶ πλείοσι τῶν
τετρακοσίων καὶ τριάκοντα.
(τῶν
Τροικῶν va considerato di
genere neutro; quindi si riferisce a…)
Αἰνείας γὰρ
μετὰ τὴν ἅλωσιν τῆς Τροίας
ἐτῶν τριῶν
παρελθόντων
(che struttura riconosci?)
παρέλαβε τὴν τῶν Λατίνων βασιλείαν,
καὶ
κατασχὼν τριετῆ χρόνον
ἐξ ἀνθρώπων ἠφανίσθη
καὶ τιμῶν ἔτυχεν ἀθανάτων.
(osserva
il sintagma evidenziato)
Τὴν δ’ἀρχὴν διαδεξάμενος
Ἀσκάνιος υἱὸς ἔκτισεν Ἄλβαν τὴν
νῦν καλουμένην Λόγγαν,
ἣν ὠνόμασεν ἀπὸ τοῦ ποταμοῦ
τοῦ τότε μὲν Ἄλβα καλουμένου,
νῦν δὲ
Τιβέρεως ὀνομαζομένου.
(osserva la correlazione fra le particelle)
Nessun commento:
Posta un commento