mercoledì 8 luglio 2015

L’ambasceria di Gorgia ad Atene (Diodoro Siculo) - struttura


Ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν Λεοντῖνοι,
Χαλκιδέων μὲν ὄντες ἄποικοι, συγγενεῖς δὲ Ἀθηναίων,
ἔτυχον
ὑπὸ Συρακοσίων πολεμούμενοι.
 

Πιεζόμενοι δὲ τῷ πολέμῳ,
καὶ διὰ τὴν ὑπεροχὴν τῶν Συρακοσίων κινδυνεύοντες
ἁλῶναι κατὰ κράτος,
ἐξέπεμψαν πρέσβεις εἰς τὰς Ἀθήνας,
ἀξιοῦντες
τὸν δῆμον βοηθῆσαι τὴν ταχίστην
καὶ τὴν πόλιν ἑαυτῶν ἐκ τῶν κινδύνων ῥύσασθαι.
 

Ἦν δὲ τῶν ἀπεσταλμένων ἀρχιπρεσβευτὴς Γοργίας ὁ ῥήτωρ,
δεινότητι λόγου πολὺ προέχων πάντων τῶν καθ’ἑαυτόν.
 

Οὗτος καὶ τέχνας ῥητορικὰς πρῶτος ἐξεῦρε
καὶ κατὰ τὴν σοφιστείαν τοσοῦτο τοὺς ἄλλους ὑπερέβαλεν,
ὥστε μισθὸν λαμβάνειν παρὰ τῶν μαθητῶν μνᾶς ἑκατόν.
 

Οὗτος οὖν
καταντήσας εἰς τὰς Ἀθήνας
καὶ παραχθεὶς εἰς τὸν δῆμον
διελέχθη τοῖς Ἀθηναίοις περὶ τῆς συμμαχίας,
καὶ τῷ ξενίζοντι τῆς λέξεως ἐξέπληξε τοὺς Ἀθηναίους
ὄντας εὐφυεῖς καὶ φιλολόγους.
 

Πρῶτος γὰρ ἐχρήσατο
τοῖς τῆς λέξεως σχηματισμοῖς περιττοτέροις καὶ τῇ φιλοτεχνίᾳ διαφέρουσιν,
ἀντιθέτοις καὶ ἰσοκώλοις καὶ παρίσοις καὶ ὁμοιοτελεύτοις καί τισιν ἑτέροις τοιούτοις,
ἃ τότε μὲν διὰ τὸ ξένον τῆς κατασκευῆς ἀποδοχῆς ἠξιοῦτο,
νῦν δὲ περιεργίαν ἔχειν δοκεῖ
καὶ φαίνεται καταγέλαστα πλεονάκις καὶ κατακόρως τιθέμενα.
 

Τέλος δὲ πείσας τοὺς Ἀθηναίους
συμμαχῆσαι τοῖς Λεοντίνοις,
οὗτος μὲν
θαυμασθεὶς ἐν ταῖς Ἀθήναις ἐπὶ τέχνῃ ῥητορικῇ
τὴν εἰς Λεοντίνους ἐπάνοδον ἐποιήσατο.
 

Nessun commento:

Posta un commento