mercoledì 8 luglio 2015

Sistemi educativi persiani (Senofonte) - struttura


Οἱ μὲν δὴ παῖδες
εἰς τὰ διδασκαλεῖα φοιτῶντες
διάγουσι
μανθάνοντες δικαιοσύνην·
 

καὶ λέγουσιν
ὅτι ἐπὶ τοῦτο ἔρχονται
ὥσπερ παρ’ἡμῖν ὅτι γράμματα μαθησόμενοι.
 

Οἱ δ’ἄρχοντες αὐτῶν διατελοῦσι τὸ πλεῖστον τῆς ἡμέρας
δικάζοντες αὐτοῖς.
 

Γίγνεται γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ὥσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ ἁρπαγῆς καὶ βίας καὶ ἀπάτης καὶ κακολογίας καὶ ἄλλων οἵων δὴ εἰκός.
 

Οὓς δ’ἂν γνῶσι
τούτων τι ἀδικοῦντας,
τιμωροῦνται.
 

Κολάζουσι δὲ
καὶ ὃν ἂν εὑρίσκωσι
ἀδίκως ἐγκαλοῦντα.
 

Δικάζουσι δὲ καὶ ἐγκλήματος
οὗ ἕνεκα ἄνθρωποι μισοῦσι μὲν ἀλλήλους μάλιστα,
δικάζονται δὲ ἥκιστα,
ἀχαριστίας,
 

καὶ
ὃν ἂν γνῶσι
δυνάμενον μὲν χάριν ἀποδιδόναι,
μὴ ἀποδιδόντα δέ,
κολάζουσι καὶ τοῦτον ἰσχυρῶς.
 

Nessun commento:

Posta un commento