mercoledì 8 luglio 2015

La morte di Arianna (Plutarco) - struttura


φησὶν
τὸν γὰρ Θησέα
ὑπὸ χειμῶνος εἰς Κύπρον ἐξενεχθέντα,
καὶ τὴν Ἀριάδνην ἔγκυον ἔχοντα,
φαύλως δὲ διακειμένην ὑπὸ τοῦ σάλου
καὶ δυσφοροῦσαν,
ἐκβιβάσαι μόνην,
αὐτὸν δὲ
τῷ πλοίῳ βοηθοῦντα
πάλιν εἰς τὸ πέλαγος ἀπὸ τῆς γῆς φέρεσθαι.
 

Τὰς οὖν ἐγχωρίους γυναῖκας τὴν Ἀριάδνην ἀναλαβεῖν
καὶ περιέπειν
ἀθυμοῦσαν ἐπὶ τῇ μονώσει,
καὶ γράμματα πλαστὰ προσφέρειν
ὡς τοῦ Θησέως γράφοντος αὐτῇ,
καὶ περὶ τὴν ὠδῖνα συμπονεῖν καὶ βοηθεῖν,
ἀποθανοῦσαν δὲ
θάψαι
μὴ τεκοῦσαν.
 

Ἐπελθόντα δὲ τὸν Θησέα
καὶ περίλυπον γενόμενον,
τοῖς μὲν ἐγχωρίοις ἀπολιπεῖν χρήματα,
συντάξαντα
θύειν τῇ Ἀριάδνῃ,
δύο δὲ μικροὺς ἀνδριαντίσκους ἱδρύσασθαι, τὸν μὲν ἀργυροῦν, τὸν δὲ χαλκοῦν.

 

 

Nessun commento:

Posta un commento