mercoledì 8 luglio 2015

Origini di Roma (Diodoro Siculo) - struttura


Ἔνιοι μὲν οὖν τῶν συγγραφέων
πλανηθέντες
ὑπέλαβον
τοὺς περὶ τὸν Ῥωμύλον
ἐκ τῆς Αἰνείου θυγατρὸς γεννηθέντας
ἐκτικέναι τὴν Ῥώμην·
 

τὸ δ’ἀληθὲς οὐχ οὕτως ἔχει,
πολλῶν μὲν ἐν τῷ μεταξὺ χρόνῳ τοῦ τ’Αἰνείου καὶ Ῥωμύλου γεγονότων βασιλέων,
ἐκτισμένης δὲ τῆς Ῥώμης κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης ὀλυμπιάδος·
 

αὕτη γὰρ ἡ κτίσις ὑστερεῖ τῶν Τροικῶν ἔτεσι τρισὶ πλείοσι τῶν τετρακοσίων καὶ τριάκοντα.
 

Αἰνείας γὰρ
μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἐτῶν τριῶν παρελθόντων
παρέλαβε τὴν τῶν Λατίνων βασιλείαν,
καὶ
κατασχὼν τριετῆ χρόνον
ἐξ ἀνθρώπων ἠφανίσθη
καὶ τιμῶν ἔτυχεν ἀθανάτων.
 

Τὴν δ’ἀρχὴν διαδεξάμενος
Ἀσκάνιος υἱὸς ἔκτισεν Ἄλβαν τὴν νῦν καλουμένην Λόγγαν,
ἣν ὠνόμασεν ἀπὸ τοῦ ποταμοῦ
τοῦ τότε μὲν Ἄλβα καλουμένου,
νῦν δὲ Τιβέρεως ὀνομαζομένου.
 

Nessun commento:

Posta un commento