mercoledì 8 luglio 2015

Lucio trasformato in asino (Luciano) - struttura


Ἐγὼ δὲ
ὄναρ ἐκεῖνο οἰόμενος ὁρᾶν
τοῖς δακτύλοις τῶν ἑαυτοῦ βλεφάρων ἡπτόμην,
οὐ πιστεύων τοῖς ἐμαυτοῦ ὀφθαλμοῖς
οὔθ’ὅτι βλέπουσιν
οὔθ’ὅτι ἐγρηγόρασιν.
 

Ὡς δὲ μόλις καὶ βραδέως ἐπείσθην
ὅτι μὴ καθεύδω,
ἐδεόμην τότε τῆς Παλαίστρας
πτερῶσαι κἀμὲ
καὶ
χρίσασαν ἐξ ἐκείνου τοῦ φαρμάκου
ἐᾶσαι πέτεσθαί με·
 

ἠβουλόμην γὰρ
πείρᾳ μαθεῖν
εἰ
μεταμορφωθεὶς ἐκ τοῦ ἀνθρώπου
καὶ τὴν ψυχὴν ὄρνις ἔσομαι.
 

Ἡ δὲ
τὸ δωμάτιον ὑπανοίξασα
κομίζει τὴν πυξίδα.
 

Ἐγὼ δὲ
σπεύδων
ἤδη ἀποδύσας
χρίω ὅλον ἐμαυτόν,
 

καὶ ὄρνις μὲν οὐ γίνομαι ὁ δυστυχής,
ἀλλά μοι οὐρὰ ὄπισθεν ἐξῆλθεν,
καὶ οἱ δάκτυλοι πάντες ᾤχοντο
οὐκ οἶδ’ὅποι·
 

ὄνυχας δὲ τοὺς πάντας τέσσαρας εἶχον, καὶ τούτους οὐδὲν ἄλλο ἢ ὁπλάς,
καί μοι αἱ χεῖρες καὶ οἱ πόδες κτήνους πόδες ἐγένοντο,
καὶ τὰ ὦτα δὲ μακρὰ καὶ τὸ πρόσωπον μέγα.

 

Nessun commento:

Posta un commento