mercoledì 8 luglio 2015

Origini di Roma (Diodoro Siculo)


Ἔνιοι μὲν οὖν τῶν συγγραφέων πλανηθέντες ὑπέλαβον τοὺς περὶ τὸν Ῥωμύλον ἐκ τῆς Αἰνείου θυγατρὸς γεννηθέντας ἐκτικέναι τὴν Ῥώμην· τὸ δ’ἀληθὲς οὐχ οὕτως ἔχει, πολλῶν μὲν ἐν τῷ μεταξὺ χρόνῳ τοῦ τ’Αἰνείου καὶ Ῥωμύλου γεγονότων βασιλέων, ἐκτισμένης δὲ τῆς Ῥώμης κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης ὀλυμπιάδος· αὕτη γὰρ ἡ κτίσις ὑστερεῖ τῶν Τροικῶν ἔτεσι τρισὶ πλείοσι τῶν τετρακοσίων καὶ τριάκοντα. Αἰνείας γὰρ μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἐτῶν τριῶν παρελθόντων παρέλαβε τὴν τῶν Λατίνων βασιλείαν, καὶ κατασχὼν τριετῆ χρόνον ἐξ ἀνθρώπων ἠφανίσθη καὶ τιμῶν ἔτυχεν ἀθανάτων. Τὴν δ’ἀρχὴν διαδεξάμενος Ἀσκάνιος υἱὸς ἔκτισεν Ἄλβαν τὴν νῦν καλουμένην Λόγγαν, ἣν ὠνόμασεν ἀπὸ τοῦ ποταμοῦ τοῦ τότε μὲν Ἄλβα καλουμένου, νῦν δὲ Τιβέρεως ὀνομαζομένου.

 

Nessun commento:

Posta un commento