mercoledì 4 luglio 2018

Dionigi di Alicarnasso: Severità dei padri romani verso i loro figli [M] (struttura)


Τὸ μὲν οὖν πικρὸν καὶ ἀπαραίτητον τῆς τῶν πατέρων ὀργῆς εἰς υἱοὺς ἀδικοῦντας καὶ μάλιστ᾽ἐν τοῖς τότε Ῥωμαίοις οὐδὲ ταύτην ἀπωθεῖται τὴν πρόφασιν·

πρῶτος γὰρ Βροῦτος
ὁ τοὺς βασιλεῖς ἐκβαλὼν
ἐδικαίωσε
ἀμφοτέρους τοὺς υἱοὺς κατὰ τὸν τῶν κακούργων νόμον ἀποθανεῖν,
καὶ πελέκεσι τοὺς αὐχένας ἀπεκόπησαν,
ὅτι ἐδόκουν
συμπράττειν τοῖς βασιλεῦσιν τὴν κάθοδον.

Καὶ μετὰ ταῦτα Μάλλιος
τὸν Γαλατικὸν πόλεμον στρατηγῶν
τὸν υἱὸν
ἀριστεύοντα κατὰ πόλεμον
τῆς μὲν ἀνδρείας ἕνεκα τοῖς ἀριστείοις στεφάνοις ἐκόσμησεν,

ἀπείθειαν δ᾽ἐπικαλῶν,
ὅτι οὐκ
ἐν ᾧ ἐτάχθη φρουρίῳ
ἔμεινεν,
ἀλλὰ παρὰ τὴν ἐπιταγὴν τοῦ ἡγεμόνος ἐξῆλθεν
ἀγωνιούμενος,
ὡς λιποτάκτην ἀπέκτεινε.

Καὶ ἄλλοι πολλοὶ πατέρες,
οἱ μὲν ἐπὶ μείζοσιν αἰτίαις,
οἱ δ᾽ἐπ᾽ἐλάττοσιν,
οὔτε φειδὼ τῶν παίδων οὔτ᾽ἔλεον ἔσχον.


Nessun commento:

Posta un commento