giovedì 2 febbraio 2017

Apollodoro: Odisseo ed Eolo, re dei venti [M]

Ὀδυσσεὺς δὲ ἀναχθεὶς δὲ συμπάσαις ναυσὶ παραγίνεται εἰς Αἰολίαν νῆσον, ἧς ὁ βασιλεὺς ἦν Αἴολος. Οὗτος ἐπιμελητὴς ὑπὸ Διὸς τῶν ἀνέμων καθεστήκει καὶ παύειν καὶ προΐεσθαι. Ὃς ξενίσας Ὀδυσσέα δίδωσιν αὐτῷ ἀσκὸν βόειον, ἐν ᾧ κατέδησε τοὺς ἀνέμους, ὑποδείξας οἷς δεῖ χρῆσθαι πλέοντα, τοῦτον ἐν τῷ σκάφει καταδήσας. Ὁ δὲ Ὀδυσσεὺς ἐπιτηδείοις ἀνέμοις χρώμενος εὐπλοεῖ, καὶ πλησίον Ἰθάκης ὑπάρχων ἤδη τὸν ἀναφερόμενον ἐκ τῆς πόλεως καπνὸν ἰδὼν ἐκοιμήθη. Οἱ δὲ ἑταῖροι νομίζοντες χρυσὸν ἐν τῷ ἀσκῷ κομίζειν αὐτόν, λύσαντες τοὺς ἀνέμους ἐξαφῆκαν, καὶ πάλιν εἰς τοὐπίσω παρεγένοντο ὑπὸ τῶν πνευμάτων ἁρπασθέντες. Ὀδυσσεὺς δὲ ἀφικόμενος πρὸς Αἴολον ἠξίου πομπῆς τυχεῖν, ὁ δὲ αὐτὸν ἐκβάλλει τῆς νήσου λέγων ἀντιπρασσόντων τῶν θεῶν μὴ δύνασθαι σώζειν.


Nessun commento:

Posta un commento