giovedì 2 febbraio 2017

Senofonte: Come si manifesta la divinità [M] (struttura)

Μὴ ἀνάμενε
ἕως ἂν τὰς μορφὰς τῶν θεῶν ἴδῃς,
ἀλλ᾽ἐξαρκείτω σοι
τὰ ἔργα αὐτῶν ὁρῶντι
σέβεσθαι καὶ τιμᾶν τοὺς θεούς.

[…]

Ἐννόει δ᾽
ὅτι καὶ
ὁ πᾶσι φανερὸς δοκῶν εἶναι
Ἥλιος
οὐκ ἐπιτρέπει τοῖς ἀνθρώποις
ἑαυτὸν ἀκριβῶς ὁρᾶν,
ἀλλ᾽
ἐάν τις αὐτὸν ἀναιδῶς ἐγχειρῇ
θεάσασθαι,
τὴν ὄψιν ἀφαιρεῖται.

Καὶ τοὺς ὑπηρέτας δὲ τῶν θεῶν εὑρήσεις
ἀφανεῖς ὄντας·

κεραυνός τε γάρ,
ὅτι μὲν ἄνωθεν ἀφίεται,
δῆλον,
καὶ ὅτι
οἷς ἂν ἐντύχῃ
πάντων κρατεῖ,
ὁρᾶται δ᾽
οὔτ᾽ἐπιὼν
οὔτ᾽ἐγκατασκήψας
οὔτε ἀπιών·

καὶ ἄνεμοι αὐτοὶ μὲν οὐχ ὁρῶνται,
ἃ δὲ ποιοῦσι
φανερὰ ἡμῖν ἐστι,
καὶ
προσιόντων αὐτῶν
αἰσθανόμεθα.

Ἀλλὰ μὴν καὶ ἀνθρώπου γε ψυχή,
ἥ,
εἴπερ τι καὶ ἄλλο τῶν ἀνθρωπίνων,
τοῦ θείου μετέχει,
ὅτι μὲν βασιλεύει ἐν ἡμῖν,
φανερόν,
ὁρᾶται δὲ οὐδ᾽αὐτή.

χρὴ
τοὺς ἀνθρώπους
ἃ κατανοοῦντας
μὴ καταφρονεῖν τῶν ἀοράτων,
ἀλλ᾽
ἐκ τῶν γιγνομένων τὴν δύναμιν αὐτῶν καταμανθάνοντας
τιμᾶν τὸ δαιμόνιον.


Nessun commento:

Posta un commento