lunedì 27 febbraio 2017

Iperide: Atene, sole della Grecia [M] (struttura)

Περὶ μὲν οὖν τῆς πόλεως διεξιέναι τὸ καθ᾽ἕκαστον
ὧν πρότερον πᾶσαν τὴν Ἑλλάδα εὐεργέτηκεν
οὔτε ὁ χρόνος ὁ παρὼν ἱκανός,
οὔτε ὁ καιρὸς ἁρμόττων
τῷ μακρολογεῖν,
οὔτε ῥᾴδιον
ἕνα ὄντα
τοσαύτας καὶ τηλικαύτας πράξεις ἐπελθεῖν
καὶ μνημονεῦσαι·

ἐπὶ κεφαλαίου δὲ οὐκ ὀκνήσω
εἰπεῖν περὶ αὐτῆς.

Ὥσπερ γὰρ ὁ ἥλιος πᾶσαν τὴν οἰκουμένην ἐπέρχεται,
τὰς μὲν ὥρας διακρίνων εἰς τὸ πρέπον
καὶ καλῶς πάντα καθιστάς,
τοῖς δὲ σώφροσι καὶ ἐπιεικέσι τῶν ἀνθρώπων ἐπιμελούμενος καὶ γενέσεως καὶ τροφῆς καὶ καρπῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν εἰς τὸν βίον χρησίμων,
οὕτως καὶ ἡ πόλις ἡμῶν διατελεῖ
τοὺς μὲν κακοὺς κολάζουσα,
τοῖς δὲ δικαίοις βοηθοῦσα,
τὸ δὲ ἴσον ἀντί τῆς ἀδικίας ἅπασιν ἀπονέμουσα,
τοῖς δὲ ἰδίοις κινδύνοις καὶ δαπάναις κοινὴν ἄδειαν τοῖς Ἕλλησιν παρασκευάζουσα.


Nessun commento:

Posta un commento