lunedì 20 febbraio 2017

Senofonte: A Sparta le ricchezze sono inutili [M] (struttura)

Ἐναντία γε μὴν καὶ τάδε τοῖς ἄλλοις Ἕλλησι κατέστησεν ὁ Λυκοῦργος ἐν τῇ Σπάρτῃ νόμιμα.

Ἐν μὲν γὰρ δήπου ταῖς ἄλλαις πόλεσι πάντες χρηματίζονται
ὅσον δύνανται·

ὁ μὲν γὰρ γεωργεῖ,
ὁ δὲ ναυκληρεῖ,
ὁ δ᾽ἐμπορεύεται,
οἱ δὲ καὶ ἀπὸ τεχνῶν τρέφονται·

ἐν δὲ τῇ Σπάρτῃ ὁ Λυκοῦργος τοῖς μὲν ἐλευθέροις ἀπεῖπε
τῶν μὲν ἀμφὶ χρηματισμὸν μηδενὸς ἅπτεσθαι,

ὅσα δὲ ἐλευθερίαν ταῖς πόλεσι παρασκευάζει,
ἔταξε
ταῦτα μόνα ἔργα αὑτῶν νομίζειν.

Καὶ γὰρ δὴ τί πλοῦτος ἐκεῖ γε σπουδαστέος,
ἔνθα
ἴσα μὲν φέρειν εἰς τὰ ἐπιτήδεια,
ὁμοίως δὲ διαιτᾶσθαι
τάξας
ἐποίησε
μὴ ἡδυπαθείας ἕνεκα χρημάτων ὀρέγεσθαι;

Ἀλλὰ μὴν οὐδ᾽ἱματίων γε ἕνεκα χρηματιστέον·

οὐ γὰρ ἐσθῆτος πολυτελείᾳ ἀλλὰ σώματος εὐεξίᾳ κοσμοῦνται.


Nessun commento:

Posta un commento