martedì 28 febbraio 2017

Plutarco: Aristide viene ostracizzato [M] (struttura)

Τῷ δ᾽οὖν Ἀριστείδῃ συνέβη
τὸ πρῶτον ἀγαπωμένῳ
διὰ τὴν ἐπωνυμίαν ὕστερον φθονεῖσθαι,
μάλιστα μὲν τοῦ Θεμιστοκλέους λόγον εἰς τοὺς πολλοὺς διαδιδόντος,
ὡς Ἀριστείδης
ἀνῃρηκὼς τὰ δικαστήρια
τῷ κρίνειν ἅπαντα
καὶ δικάζειν,
λέληθε
μοναρχίαν ἀδορυφόρητον ἑαυτῷ κατεσκευασμένος·

ἤδη δέ που καὶ ὁ δῆμος
ἐπὶ τῇ νίκῃ μέγα φρονῶν
καὶ τῶν μεγίστων ἀξιῶν αὑτὸν
ἤχθετο
τοῖς ὄνομα καὶ δόξαν ὑπὲρ τοὺς πολλοὺς ἔχουσι.

Καὶ
συνελθόντες εἰς ἄστυ πανταχόθεν
ἐξοστρακίζουσι τὸν Ἀριστείδην,
ὄνομα τῷ φθόνῳ τῆς δόξης φόβον τυραννίδος θέμενοι.

Μοχθηρίας γὰρ οὐκ ἦν κόλασις ὁ ἐξοστρακισμός,
ἀλλ᾽ἐκαλεῖτο μὲν δι᾽εὐπρέπειαν ὄγκου καὶ δυνάμεως βαρυτέρας ταπείνωσις καὶ κόλουσις,
ἦν δὲ φθόνου παραμυθία φιλάνθρωπος,
ἀπερειδομένου τὴν πρὸς τὸ λυποῦν δυσμένειαν
εἰς ἀνήκεστον οὐδέν,
ἀλλ᾽εἰς μετάστασιν ἐτῶν δέκα.



Nessun commento:

Posta un commento