giovedì 2 febbraio 2017

Tucidide: La distruzione di Melo [M] (struttura)

Καὶ οἱ μὲν Ἀθηναῖοι μετεχώρησαν ἐκ τῶν λόγων·

οἱ δὲ Μήλιοι
κατὰ σφᾶς αὐτοὺς γενόμενοι,
ὡς ἔδοξεν αὐτοῖς παραπλήσια
καὶ ἀντέλεγον,
ἀπεκρίναντο τάδε.

«Οὔτε ἄλλα δοκεῖ ἡμῖν
ἢ ἅπερ καὶ τὸ πρῶτον, ὦ Ἀθηναῖοι,
οὔτ᾽ἐν ὀλίγῳ χρόνῳ πόλεως ἑπτακόσια ἔτη ἤδη οἰκουμένης τὴν ἐλευθερίαν ἀφαιρησόμεθα,
ἀλλὰ
πιστεύοντες
τῇ τε μέχρι τοῦδε σῳζούσῃ τύχῃ ἐκ τοῦ θείου αὐτὴν
καὶ τῇ ἀπὸ τῶν ἀνθρώπων καὶ Λακεδαιμονίων τιμωρίᾳ
πειρασόμεθα
σῴζεσθαι.

Προκαλούμεθα δὲ ὑμᾶς
φίλοι μὲν εἶναι,
πολέμιοι δὲ μηδετέροις,
καὶ ἐκ τῆς γῆς ἡμῶν ἀναχωρῆσαι
σπονδὰς ποιησαμένους
αἵτινες δοκοῦσιν
ἐπιτήδειοι εἶναι ἀμφοτέροις.»


Nessun commento:

Posta un commento