giovedì 2 febbraio 2017

Plutarco: Pericle “il temporeggiatore” [M] (struttura)

Ἐμβάλλουσιν οὖν εἰς τὴν Ἀττικὴν στρατῷ μεγάλῳ Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων,
Ἀρχιδάμου τοῦ βασιλέως ἡγουμένου.

Καὶ
δῃοῦντες τὴν χώραν
προῆλθον εἰς Ἀχαρνὰς
καὶ κατεστρατοπέδευσαν,
ὡς τῶν Ἀθηναίων οὐκ ἀνεξομένων,
ἀλλ᾽ὑπ᾽ὀργῆς καὶ φρονήματος διαμαχουμένων πρὸς αὐτούς.

Τῷ δὲ Περικλεῖ δεινὸν ἐφαίνετο
πρὸς τοὺς ἑξακισμυρίους Πελοποννησίων καὶ Βοιωτῶν ὁπλίτας
(τοσοῦτοι γὰρ ἦσαν οἱ τὸ πρῶτον ἐμβαλόντες)
ὑπὲρ αὐτῆς τῆς πόλεως μάχην συνάψαι·

τοὺς δὲ βουλομένους
μάχεσθαι
καὶ δυσπαθοῦντας
πρὸς τὰ γινόμενα
κατεπράϋνε,
λέγων
ὡς δένδρα μὲν τμηθέντα καὶ κοπέντα φύεται ταχέως,
ἀνδρῶν δὲ διαφθαρέντων αὖθις τυχεῖν
οὐ ῥᾴδιόν ἐστι.

Τὸν δὲ δῆμον εἰς ἐκκλησίαν οὐ συνῆγε
δεδιὼς
βιασθῆναι παρὰ γνώμην,
ἀλλ᾽ὥσπερ νεὼς κυβερνήτης
ἀνέμου κατιόντος ἐν πελάγει
θέμενος εὖ πάντα
καὶ κατατείνας τὰ ὅπλα
χρῆται τῇ τέχνῃ,
δάκρυα καὶ δεήσεις ἐπιβατῶν
ναυτιώντων καὶ φοβουμένων
ἐάσας,
οὕτως ἐκεῖνος,
τό τε ἄστυ συγκλείσας
καὶ καταλαβὼν πάντα φυλακαῖς πρὸς ἀσφάλειαν,
ἐχρῆτο τοῖς αὑτοῦ λογισμοῖς.



Nessun commento:

Posta un commento