giovedì 2 febbraio 2017

Senofonte: Ciro si prepara alla morte [M] (struttura)

Κοιμηθεὶς δ᾽ἐν τῷ βασιλείῳ
ὄναρ εἶδε τοιόνδε.

Ἔδοξεν αὐτῷ
προσελθὼν
κρείττων τις ἢ κατὰ ἄνθρωπον
εἰπεῖν·

«Συσκευάζου, ὦ Κῦρε·
ἤδη γὰρ εἰς θεοὺς ἄπει».

Τοῦτο δὲ ἰδὼν τὸ ὄναρ
ἐξηγέρθη
καὶ σχεδὸν ἐδόκει
εἰδέναι
ὅτι τοῦ βίου ἡ τελευτὴ παρείη.

Εὐθὺς οὖν
λαβὼν ἱερεῖα
ἔθυε Διί τε πατρῴῳ καὶ Ἡλίῳ καὶ τοῖς ἄλλοις θεοῖς ἐπὶ τῶν ἄκρων,
ὡς Πέρσαι θύουσιν,
ὧδ᾽ἐπευχόμενος·

«Ζεῦ πατρῷε καὶ Ἥλιε καὶ πάντες θεοί,
δέχεσθε τάδε καὶ τελεστήρια πολλῶν καὶ καλῶν πράξεων καὶ χαριστήρια
ὅτι ἐσημαίνετέ μοι καὶ ἐν ἱεροῖς καὶ ἐν οὐρανίοις σημείοις καὶ ἐν οἰωνοῖς καὶ ἐν φήμαις
ἅ τ᾽ἐχρῆν
ποιεῖν
καὶ ἃ οὐκ ἐχρῆν.

Πολλὴ δ᾽ὑμῖν χάρις
ὅτι κἀγὼ ἐγίγνωσκον τὴν ὑμετέραν ἐπιμέλειαν
καὶ οὐδεπώποτε ἐπὶ ταῖς εὐτυχίαις ὑπὲρ ἄνθρωπον ἐφρόνησα.

Αἰτοῦμαι δ᾽
ὑμᾶς δοῦναι καὶ νῦν παισὶ μὲν καὶ γυναικὶ καὶ φίλοις καὶ πατρίδι εὐδαιμονίαν,
ἐμοὶ δὲ
οἷόνπερ αἰῶνα δεδώκατε,
τοιαύτην καὶ τελευτὴν δοῦναι».



Nessun commento:

Posta un commento